Mateo 20:29-34

  1. ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 20:29-34

    29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ. 31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ⸀ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ. 32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; 33 λέγουσιν αὐτῷ· Κύριε, ἵνα ⸂ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν⸃. 34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ⸀ὀμμάτων αὐτῶν, καὶ εὐθέως ⸀ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.

  2. Aparato crítico

    30Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA • υἱὸς WH Treg RP NA ] υἱὲ NIV

    31ἔκραξαν WH Treg NIV ] ἔκραζον RP • Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA • υἱὸς WH Treg RP NA ] υἱὲ NIV

    33ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν WH Treg NIV ] ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί RP

    34ὀμμάτων WH Treg NIV ] ὀφθαλμῶν RP • ἀνέβλεψαν WH Treg NIV ] + αὐτῶν οἱ ὀφθαλμοί RP

  3. Traducción (Reina Valera 1960)

     29Al salir ellos de Jericó, le seguía una gran multitud. 30Y dos ciegos que estaban sentados junto al camino, cuando oyeron que Jesús pasaba, clamaron, diciendo: ¡Señor, Hijo de David, ten misericordia de nosotros! 31Y la gente les reprendió para que callasen; pero ellos clamaban más, diciendo: ¡Señor, Hijo de David, ten misericordia de nosotros! 32Y deteniéndose Jesús, los llamó, y les dijo: ¿Qué queréis que os haga? 33Ellos le dijeron: Señor, que sean abiertos nuestros ojos. 34Entonces Jesús, compadecido, les tocó los ojos, y en seguida recibieron la vista; y le siguieron.

    Eschuce el audio en inglés: