Mateo 21:28-32

  1. ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 21:28-32

    28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. ⸀προσελθὼν τῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ⸀ἀμπελῶνι. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ⸂Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς⸃ ἀπῆλθεν. 30 ⸂προσελθὼν δὲ⸃ τῷ ⸀δευτέρῳ εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· ⸂Ἐγώ, κύριε· καὶ οὐκ⸃ ἀπῆλθεν. 31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; ⸀λέγουσιν· Ὁ ⸀πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 32 ἦλθεν γὰρ ⸂Ἰωάννης πρὸς ὑμᾶς⸃ ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες ⸀οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

  2. Aparato crítico

    28προσελθὼν WH ] καὶ προσελθὼν Treg NIV RP • ἀμπελῶνι WH Treg NIV ] + μου RP

    29Οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς Treg NIV RP ] Ἐγώ κύριε καὶ οὐκ WH

    30προσελθὼν δὲ WH Treg NIV ] Καὶ προσελθὼν RP • δευτέρῳ WH Treg RP ] ἑτέρῳ NIV • Ἐγώ κύριε καὶ οὐκ Treg NIV RP ] Οὐ θέλω ὕστερον μεταμεληθεὶς WH

    31λέγουσιν WH Treg NIV ] + αὐτῷ RP • πρῶτος NIV RP ] ὕστερος WH Treg

    32Ἰωάννης πρὸς ὑμᾶς WH Treg NIV ] πρὸς ὑμᾶς Ἰωάννης RP • οὐδὲ WH Treg NIV ] οὐ RP

  3. Traducción (Reina Valera 1960)

     28Pero ¿qué os parece? Un hombre tenía dos hijos, y acercándose al primero, le dijo: Hijo, vé hoy a trabajar en mi viña. 29Respondiendo él, dijo: No quiero; pero después, arrepentido, fue. 30Y acercándose al otro, le dijo de la misma manera; y respondiendo él, dijo: Sí, señor, voy. Y no fue. 31¿Cuál de los dos hizo la voluntad de su padre? Dijeron ellos: El primero. Jesús les dijo: De cierto os digo, que los publicanos y las rameras van delante de vosotros al reino de Dios. 32Porque vino a vosotros Juan en camino de justicia, y no le creísteis; pero los publicanos y las rameras le creyeron; y vosotros, viendo esto, no os arrepentisteis después para creerle.

    Eschuce el audio en inglés: