Marcos 1:21-28

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:21-28

    21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ ⸀εὐθὺς τοῖς σάββασιν ⸂ἐδίδασκεν εἰς τὴν συναγωγήν⸃. 22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 καὶ ⸀εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν 24 λέγων· ⸀Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ ⸀φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ ἐθαμβήθησαν ⸀ἅπαντες, ὥστε συζητεῖν ⸂πρὸς ἑαυτοὺς⸃ λέγοντας· Τί ἐστιν τοῦτο; ⸂διδαχὴ καινή⸃· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 28 ⸂καὶ ἐξῆλθεν⸃ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς ⸀πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

  2. Aparato crítico

    21εὐθὺς WH NIV ] εὐθέως Treg RP • ἐδίδασκεν εἰς τὴν συναγωγήν Holmes WHmarg ] εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν WH Treg NIV RP

    23εὐθὺς WH NIV ] – Treg RP

    24Τί WH Treg NIV ] Ἔα τί RP

    26φωνῆσαν WH Treg NIV ] κράξαν RP

    27ἅπαντες WH Treg NIV ] πάντες RP • πρὸς ἑαυτοὺς Treg NIV RP ] αὐτοὺς WH • διδαχὴ καινή WH Treg NIV ] Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη ὅτι RP

    28καὶ ἐξῆλθεν WH Treg NIV ] Ἐξῆλθεν δὲ RP • πανταχοῦ WH Treg NIV ] – RP

  3. Traducción (Reina Valera 1960)

     21Y entraron en Capernaum; y los días de reposo, entrando en la sinagoga, enseñaba. 22Y se admiraban de su doctrina; porque les enseñaba como quien tiene autoridad, y no como los escribas. 23Pero había en la sinagoga de ellos un hombre con espíritu inmundo, que dio voces, 24diciendo: ¡Ah! ¿qué tienes con nosotros, Jesús nazareno? ¿Has venido para destruirnos? Sé quién eres, el Santo de Dios. 25Pero Jesús le reprendió, diciendo: ¡Cállate, y sal de él! 26Y el espíritu inmundo, sacudiéndole con violencia, y clamando a gran voz, salió de él. 27Y todos se asombraron, de tal manera que discutían entre sí, diciendo: ¿Qué es esto? ¿Qué nueva doctrina es esta, que con autoridad manda aun a los espíritus inmundos, y le obedecen? 28Y muy pronto se difundió su fama por toda la provincia alrededor de Galilea.

    Eschuce el audio en inglés: