Marcos 12:1-11

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:1-11

    12:1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς ⸀λαλεῖν· Ἀμπελῶνα ⸂ἄνθρωπος ἐφύτευσεν⸃, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ ⸂τῶν καρπῶν⸃ τοῦ ἀμπελῶνος· 3 ⸀καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. 4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· ⸀κἀκεῖνον ⸀ἐκεφαλίωσαν καὶ ⸀ἠτίμασαν. 5 ⸀καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, ⸂οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες⸃. 6 ἔτι ⸂ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν⸃ αὐτὸν ⸂ἔσχατον πρὸς αὐτοὺς⸃ λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. 7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ ⸂πρὸς ἑαυτοὺς εἶπαν⸃ ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 8 καὶ λαβόντες ⸂ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν⸃ ἔξω τοῦ ἀμπελῶνος. 9 ⸀τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11 παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

  2. Aparato crítico

    1λαλεῖν WH Treg NIV ] λέγειν RP • ἄνθρωπος ἐφύτευσεν WH NIV ] ἐφύτευσεν ἄνθρωπος Treg RP

    2τῶν καρπῶν WH Treg NIV ] τοῦ καρποῦ RP

    3καὶ WH Treg NIV ] Οἱ δὲ RP

    4κἀκεῖνον WH Treg NIV ] + λιθοβολήσαντες RP • ἐκεφαλίωσαν WH NIV ] ἐκεφαλαίωσαν Treg RP • ἠτίμασαν WH NIV ] ἠτίμησαν Treg; ἀπέστειλαν ἠτιμωμένον RP

    5καὶ WH Treg NIV ] + πάλιν RP • οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες WH Treg NIV ] τοὺς μὲν δέροντες τοὺς δὲ ἀποκτένοντες RP

    6ἕνα … ἀπέστειλεν WH Treg NIV ] οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλεν καὶ RP • ἔσχατον πρὸς αὐτοὺς WH Treg NIV ] πρὸς αὐτοὺς ἔσχατον RP

    7πρὸς ἑαυτοὺς εἶπαν WH Treg NIV ] εἶπον πρὸς ἑαυτοὺς RP

    8ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν WH Treg NIV ] αὐτὸν ἀπέκτειναν καὶ ἐξέβαλον RP

    9τί WH ] + οὖν Treg NIV RP

  3. Traducción (Reina Valera 1960)

     1Entonces comenzó Jesús a decirles por parábolas: Un hombre plantó una viña, la cercó de vallado, cavó un lagar, edificó una torre, y la arrendó a unos labradores, y se fue lejos. 2Y a su tiempo envió un siervo a los labradores, para que recibiese de éstos del fruto de la viña. 3Mas ellos, tomándole, le golpearon, y le enviaron con las manos vacías. 4Volvió a enviarles otro siervo; pero apedreándole, le hirieron en la cabeza, y también le enviaron afrentado. 5Volvió a enviar otro, y a éste mataron; y a otros muchos, golpeando a unos y matando a otros. 6Por último, teniendo aún un hijo suyo, amado, lo envió también a ellos, diciendo: Tendrán respeto a mi hijo. 7Mas aquellos labradores dijeron entre sí: Este es el heredero; venid, matémosle, y la heredad será nuestra. 8Y tomándole, le mataron, y le echaron fuera de la viña. 9¿Qué, pues, hará el señor de la viña? Vendrá, y destruirá a los labradores, y dará su viña a otros. 10¿Ni aun esta escritura habéis leído: La piedra que desecharon los edificadores Ha venido a ser cabeza del ángulo; 11El Señor ha hecho esto, Y es cosa maravillosa a nuestros ojos?

    Eschuce el audio en inglés: