Marcos 12:35-37

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:35-37

    35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς ⸂Δαυίδ ἐστιν⸃; 36 ⸀αὐτὸς Δαυὶδ εἶπεν ἐν ⸂τῷ πνεύματι τῷ⸃ ἁγίῳ· ⸀Εἶπεν ⸀κύριος τῷ κυρίῳ μου· ⸀Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτω τῶν ποδῶν σου. 37 ⸀αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν ⸂αὐτοῦ ἐστιν υἱός⸃; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

  2. Aparato crítico

    35Δαυίδ ἐστιν WH Treg NIV ] ἐστιν Δαυίδ RP

    36αὐτὸς WH NIV ] + γὰρ Treg RP • τῷ πνεύματι τῷ WH Treg NIV ] πνεύματι RP • Εἶπεν WH NIV ] Λέγει Treg RP • κύριος WH Treg NIV ] ὁ κύριος RP • Κάθου WH NIV RP ] Κάθισον Treg • ὑποκάτω WH NIV ] ὑποπόδιον Treg RP

    37αὐτὸς WH Treg NIV ] + οὖν RP • αὐτοῦ ἐστιν υἱός WH Treg NIV ] υἱὸς αὐτοῦ ἐστιν RP

  3. Traducción (Reina Valera 1960)

     35Enseñando Jesús en el templo, decía: ¿Cómo dicen los escribas que el Cristo es hijo de David? 36Porque el mismo David dijo por el Espíritu Santo: Dijo el Señor a mi Señor: Siéntate a mi diestra, Hasta que ponga tus enemigos por estrado de tus pies. 37David mismo le llama Señor; ¿cómo, pues, es su hijo? Y gran multitud del pueblo le oía de buena gana.

    Eschuce el audio en inglés: