Marcos 13:3-8

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:3-8

    3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ⸀ἐπηρώτα αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· 4 Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ⸂ταῦτα συντελεῖσθαι πάντα⸃. 5 ὁ δὲ Ἰησοῦς ⸂ἤρξατο λέγειν αὐτοῖς⸃· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· 6 ⸀πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. 7 ὅταν δὲ ⸀ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· ⸀δεῖ γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος. 8 ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ⸀ἔσονται σεισμοὶ κατὰ τόπους, ⸁ἔσονται ⸀λιμοί· ⸀ἀρχὴ ὠδίνων ταῦτα.

  2. Aparato crítico

    3ἐπηρώτα WH Treg NIV ] ἐπηρώτων RP

    4ταῦτα συντελεῖσθαι πάντα WH Treg NIV ] πάντα ταῦτα συντελεῖσθαι RP

    5ἤρξατο λέγειν αὐτοῖς WH Treg NIV ] ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν RP

    6πολλοὶ WH NIV ] + γὰρ Treg RP

    7ἀκούσητε WH NIV RP ] ἀκούετε Treg • δεῖ WH NIV ] + γὰρ Treg RP

    8⸀ἔσονται WH Treg NIV ] καὶ ἔσονται RP • ⸁ἔσονται WH NIV ] καὶ ἔσονται Treg RP • λιμοί WH Treg NIV ] + καὶ ταραχαί RP • ἀρχὴ WH Treg NIV ] ἀρχαὶ RP

  3. Traducción (Reina Valera 1960)

     3Y se sentó en el monte de los Olivos, frente al templo. Y Pedro, Jacobo, Juan y Andrés le preguntaron aparte: 4Dinos, ¿cuándo serán estas cosas? ¿Y qué señal habrá cuando todas estas cosas hayan de cumplirse? 5Jesús, respondiéndoles, comenzó a decir: Mirad que nadie os engañe; 6porque vendrán muchos en mi nombre, diciendo: Yo soy el Cristo; y engañarán a muchos. 7Mas cuando oigáis de guerras y de rumores de guerras, no os turbéis, porque es necesario que suceda así; pero aún no es el fin. 8Porque se levantará nación contra nación, y reino contra reino; y habrá terremotos en muchos lugares, y habrá hambres y alborotos; principios de dolores son estos.

    Eschuce el audio en inglés: