Marcos 6:30-44

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:30-44

    30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ ⸀πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31 καὶ ⸀λέγει αὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον καὶ ⸀ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32 καὶ ἀπῆλθον ⸂ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον⸃ κατ’ ἰδίαν. 33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ⸀ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον ⸀αὐτούς. 34 καὶ ἐξελθὼν ⸀εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ ⸀αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ἔλεγον ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· 36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ⸂τί φάγωσιν⸃. 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ ⸀δώσομεν αὐτοῖς φαγεῖν; 38 ὁ δὲ λέγει αὐτοῖς· Πόσους ⸂ἔχετε ἄρτους⸃; ⸀ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν· Πέντε, καὶ δύο ἰχθύας. 39 καὶ ἐπέταξεν αὐτοῖς ⸀ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ ⸀κατὰ ἑκατὸν καὶ ⸁κατὰ πεντήκοντα. 41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ⸀αὐτοῦ ἵνα ⸀παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· 43 καὶ ἦραν ⸂κλάσματα δώδεκα κοφίνων πληρώματα⸃ καὶ ἀπὸ τῶν ἰχθύων. 44 καὶ ἦσαν οἱ φαγόντες ⸂τοὺς ἄρτους⸃ πεντακισχίλιοι ἄνδρες.

  2. Aparato crítico

    30πάντα WH Treg NIV ] + καὶ RP

    31λέγει WH Treg NIV ] εἶπεν RP • ἀναπαύσασθε WH Treg NIV ] ἀναπαύεσθε RP

    32ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον WH NIV ] εἰς ἔρημον τόπον τῷ πλοίῳ Treg RP

    33ἐπέγνωσαν NIV ] + αὐτὸν RP; ἔγνωσαν WH Treg

    34εἶδεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP • αὐτοὺς WH Treg NIV ] αὐτοῖς RP

    35ἔλεγον WH Treg NIV ] λέγουσιν RP

    36τί φάγωσιν WH Treg NIV ] ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν RP

    37δώσομεν WH Treg NIV ] δῶμεν RP

    38ἔχετε ἄρτους WH ] ἄρτους ἔχετε Treg NIV RP • ὑπάγετε WH Treg NIV ] + καὶ RP

    39ἀνακλῖναι Treg NIV RP ] ἀνακλιθῆναι WH

    40⸀κατὰ WH Treg NIV ] ἀνὰ RP • ⸁κατὰ WH Treg NIV ] ἀνὰ RP

    41αὐτοῦ NIV RP ] – WH Treg • παρατιθῶσιν WH NIV ] παραθῶσιν Treg RP

    43κλάσματα δώδεκα κοφίνων πληρώματα WH NIV ]  κλασμάτων δώδεκα κοφίνους πληρώματα Treg; κλασμάτων δώδεκα κοφίνους πλήρεις RP

    44τοὺς ἄρτους WH Treg RP NA ] – NIV

  3. Traducción (Reina Valera 1960)

     30Entonces los apóstoles se juntaron con Jesús, y le contaron todo lo que habían hecho, y lo que habían enseñado. 31El les dijo: Venid vosotros aparte a un lugar desierto, y descansad un poco. Porque eran muchos los que iban y venían, de manera que ni aun tenían tiempo para comer. 32Y se fueron solos en una barca a un lugar desierto. 33Pero muchos los vieron ir, y le reconocieron; y muchos fueron allá a pie desde las ciudades, y llegaron antes que ellos, y se juntaron a él. 34Y salió Jesús y vio una gran multitud, y tuvo compasión de ellos, porque eran como ovejas que no tenían pastor; y comenzó a enseñarles muchas cosas. 35Cuando ya era muy avanzada la hora, sus discípulos se acercaron a él, diciendo: El lugar es desierto, y la hora ya muy avanzada. 36Despídelos para que vayan a los campos y aldeas de alrededor, y compren pan, pues no tienen qué comer. 37Respondiendo él, les dijo: Dadles vosotros de comer. Ellos le dijeron: ¿Que vayamos y compremos pan por doscientos denarios, y les demos de comer? 38El les dijo: ¿Cuántos panes tenéis? Id y vedlo. Y al saberlo, dijeron: Cinco, y dos peces. 39Y les mandó que hiciesen recostar a todos por grupos sobre la hierba verde. 40Y se recostaron por grupos, de ciento en ciento, y de cincuenta en cincuenta. 41Entonces tomó los cinco panes y los dos peces, y levantando los ojos al cielo, bendijo, y partió los panes, y dio a sus discípulos para que los pusiesen delante; y repartió los dos peces entre todos. 42Y comieron todos, y se saciaron. 43Y recogieron de los pedazos doce cestas llenas, y de lo que sobró de los peces. 44Y los que comieron eran cinco mil hombres.

    Eschuce el audio en inglés: