Lucas 10:38-42

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38-42

    38 ⸂Ἐν δὲ⸃ τῷ πορεύεσθαι ⸀αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο ⸀αὐτὸν. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη ⸀Μαριάμ, ἣ καὶ ⸂παρακαθεσθεῖσα πρὸς⸃ τοὺς πόδας τοῦ ⸀Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με ⸀κατέλειπεν διακονεῖν; ⸀εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ⸀κύριος· Μάρθα Μάρθα, μεριμνᾷς καὶ ⸀θορυβάζῃ περὶ πολλά, 42 ⸂ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός⸃· ⸂Μαριὰμ γὰρ⸃ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ⸀αὐτῆς.

  2. Aparato crítico

    38Ἐν δὲ WH Treg NIV ] Ἐγένετο δὲ ἐν RP • αὐτοὺς WH NIV ] + καὶ Treg RP • αὐτὸν NIV ] αὐτὸν εἰς τὴν οἰκίαν WH; αὐτὸν εἰς τὸν οἶκον αὐτῆς Treg RP

    39Μαριάμ WH NIV ] Μαρία Treg RP • παρακαθεσθεῖσα πρὸς WH Treg NIV ] παρακαθίσασα παρὰ RP • Ἰησοῦ RP ] κυρίου WH Treg NIV

    40κατέλειπεν WH Treg RP ] κατέλιπεν NIV • εἰπὲ Treg NIV RP ] εἰπὸν WH

    41κύριος WH NIV ] Ἰησοῦς Treg RP • θορυβάζῃ WH Treg NIV ] τυρβάζῃ RP

    42ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός WH ] ἑνὸς δέ ἐστιν χρεία Treg RP NIV • Μαριὰμ γὰρ WH NIV ] Μαρία δὲ Treg RP • αὐτῆς WH NIV ] ἀπ᾽ αὐτῆς Treg RP

  3. Traducción (Reina Valera 1960)

     38Aconteció que yendo de camino, entró en una aldea; y una mujer llamada Marta le recibió en su casa. 39Esta tenía una hermana que se llamaba María, la cual, sentándose a los pies de Jesús, oía su palabra. 40Pero Marta se preocupaba con muchos quehaceres, y acercándose, dijo: Señor, ¿no te da cuidado que mi hermana me deje servir sola? Dile, pues, que me ayude. 41Respondiendo Jesús, le dijo: Marta, Marta, afanada y turbada estás con muchas cosas. 42Pero sólo una cosa es necesaria; y María ha escogido la buena parte, la cual no le será quitada.

    Eschuce el audio en inglés: