66 Ἐκ τούτου πολλοὶ ⸀ἐκ ⸂τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον⸃ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν. 67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68 ⸀ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ⸀ἅγιος τοῦ ⸀θεοῦ. 70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. 71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος ⸀Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν ⸂παραδιδόναι αὐτόν⸃, ⸀εἷς ἐκ τῶν δώδεκα.
66ἐκ WH Treg NIV ] – RP • τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον WH Treg NIV ] ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ RP
68ἀπεκρίθη WH Treg NIV ] + οὖν RP
69ἅγιος WH Treg NIV ] χριστὸς ὁ υἱὸς RP • θεοῦ WH Treg NIV ] + τοῦ ζῶντος RP
71Ἰσκαριώτου WH Treg NIV ] Ἰσκαριώτην RP • παραδιδόναι αὐτόν WH Treg NIV ] αὐτόν παραδιδόναι RP • εἷς WH Treg NIV ] + ὢν RP
66Desde entonces muchos de sus discípulos volvieron atrás, y ya no andaban con él. 67Dijo entonces Jesús a los doce: ¿Queréis acaso iros también vosotros? 68Le respondió Simón Pedro: Señor, ¿a quién iremos? Tú tienes palabras de vida eterna. 69Y nosotros hemos creído y conocemos que tú eres el Cristo, el Hijo del Dios viviente. 70Jesús les respondió: ¿No os he escogido yo a vosotros los doce, y uno de vosotros es diablo? 71Hablaba de Judas Iscariote, hijo de Simón; porque éste era el que le iba a entregar, y era uno de los doce.