Juan 7:32-36

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:32-36

    32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ⸂οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας⸃ ἵνα πιάσωσιν αὐτόν. 33 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι ⸂χρόνον μικρὸν⸃ μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 ζητήσετέ με καὶ οὐχ ⸀εὑρήσετέ, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 τίς ἐστιν ⸂ὁ λόγος οὗτος⸃ ὃν εἶπε· Ζητήσετέ με καὶ οὐχ ⸀εὑρήσετέ, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

  2. Aparato crítico

    32οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας WH Treg NIV ] ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς RP

    33χρόνον μικρὸν WH Treg NIV ] μικρὸν χρόνον RP

    34εὑρήσετέ Treg RP ] + με WH NIV

    36ὁ λόγος οὗτος WH Treg NIV ] οὗτος ὁ λόγος RP • εὑρήσετέ Treg RP ] + με WH NIV

  3. Traducción (Reina Valera 1960)

     32Los fariseos oyeron a la gente que murmuraba de él estas cosas; y los principales sacerdotes y los fariseos enviaron alguaciles para que le prendiesen. 33Entonces Jesús dijo: Todavía un poco de tiempo estaré con vosotros, e iré al que me envió. 34Me buscaréis, y no me hallaréis; y a donde yo estaré, vosotros no podréis venir. 35Entonces los judíos dijeron entre sí: ¿Adónde se irá éste, que no le hallemos? ¿Se irá a los dispersos entre los griegos, y enseñará a los griegos? 36¿Qué significa esto que dijo: Me buscaréis, y no me hallaréis; y a donde yo estaré, vosotros no podréis venir?

    Eschuce el audio en inglés: