Hechos 10:44-48

  1. ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10:44-48

    44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. 45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ⸀ὅσοι συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ⸂ἁγίου πνεύματος⸃ ἐκκέχυται· 46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ⸀ἀπεκρίθη Πέτρος· 47 Μήτι τὸ ὕδωρ ⸂δύναται κωλῦσαί⸃ τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ⸀ὡς καὶ ἡμεῖς; 48 προσέταξεν ⸀δὲ αὐτοὺς ⸂ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι⸃. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

  2. Aparato crítico

    45ὅσοι Treg NIV RP ] οἳ WH • ἁγίου πνεύματος Treg NIV RP ] πνεύματος τοῦ ἁγίου WH

    46ἀπεκρίθη WH Treg NIV ] + ὁ RP

    47δύναται κωλῦσαί WH Treg NIV ] κωλῦσαί δύναται RP • ὡς WH Treg NIV ] καθὼς RP

    48δὲ WH Treg NIV ] τε RP • ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι WH Treg NIV ] βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου RP

  3. Traducción (Reina Valera 1960)

     44Mientras aún hablaba Pedro estas palabras, el Espíritu Santo cayó sobre todos los que oían el discurso. 45Y los fieles de la circuncisión que habían venido con Pedro se quedaron atónitos de que también sobre los gentiles se derramase el don del Espíritu Santo. 46Porque los oían que hablaban en lenguas, y que magnificaban a Dios. 47Entonces respondió Pedro: ¿Puede acaso alguno impedir el agua, para que no sean bautizados estos que han recibido el Espíritu Santo también como nosotros? 48Y mandó bautizarles en el nombre del Señor Jesús. Entonces le rogaron que se quedase por algunos días.

    Eschuce el audio en inglés: