Hechos 15:36-41

  1. ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15:36-41

    36 Μετὰ δέ τινας ἡμέρας εἶπεν ⸂πρὸς Βαρναβᾶν Παῦλος⸃· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ⸀ἀδελφοὺς κατὰ ⸂πόλιν πᾶσαν⸃ ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. 37 Βαρναβᾶς δὲ ⸀ἐβούλετο συμπαραλαβεῖν ⸀καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον· 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ ⸀συμπαραλαμβάνειν τοῦτον. 39 ἐγένετο ⸀δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον, 40 Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ ⸀κυρίου ὑπὸ τῶν ἀδελφῶν, 41 διήρχετο δὲ τὴν Συρίαν καὶ ⸀τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.

  2. Aparato crítico

    36πρὸς Βαρναβᾶν Παῦλος WH Treg NIV ] Παῦλος πρὸς Βαρναβᾶν RP • ἀδελφοὺς WH Treg NIV ] + ἡμῶν RP • πόλιν πᾶσαν WH Treg NIV ] πᾶσαν πόλιν RP

    37ἐβούλετο WH Treg NIV ] ἐβουλεύσατο RP • καὶ WH Treg NIV ] – RP

    38συμπαραλαμβάνειν WH Treg NIV ] συμπαραλαβεῖν RP

    39δὲ WH Treg NIV ] οὖν RP

    40κυρίου WH Treg NIV ] θεοῦ RP

    41τὴν WH NIV ] – Treg RP

  3. Traducción (Reina Valera 1960)

     36Después de algunos días, Pablo dijo a Bernabé: Volvamos a visitar a los hermanos en todas las ciudades en que hemos anunciado la palabra del Señor, para ver cómo están. 37Y Bernabé quería que llevasen consigo a Juan, el que tenía por sobrenombre Marcos; 38pero a Pablo no le parecía bien llevar consigo al que se había apartado de ellos desde Panfilia, y no había ido con ellos a la obra. 39Y hubo tal desacuerdo entre ellos, que se separaron el uno del otro; Bernabé, tomando a Marcos, navegó a Chipre, 40y Pablo, escogiendo a Silas, salió encomendado por los hermanos a la gracia del Señor, 41y pasó por Siria y Cilicia, confirmando a las iglesias.

    Eschuce el audio en inglés: