Hechos 16:11-15

  1. ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16:11-15

    11 Ἀναχθέντες ⸀οὖν ⸀ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ ⸀δὲ ἐπιούσῃ εἰς ⸂Νέαν Πόλιν⸃, 12 ⸀κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν ⸂πρώτη τῆς μερίδος⸃ Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ⸀ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς ⸀πύλης παρὰ ποταμὸν οὗ ⸂ἐνομίζομεν προσευχὴν⸃ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. 14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ ⸀τοῦ Παύλου. 15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου ⸀μένετε· καὶ παρεβιάσατο ἡμᾶς.

  2. Aparato crítico

    11οὖν WH Treg RP ] δὲ NIV • ἀπὸ WH Treg NIV ] + τῆς RP • δὲ WH Treg NIV ] τε RP • Νέαν Πόλιν WH Treg NIV ] Νεάπολιν RP

    12κἀκεῖθεν WH Treg NIV ] ἐκεῖθέν τε RP • πρώτη τῆς μερίδος WH Treg NIV ] πρώτη τῆς μερίδος τῆς RP; πρώτης μερίδος τῆς em NA • ταύτῃ WH Treg NIV ] αὐτῇ RP

    13πύλης WH Treg NIV ] πόλεως RP • ἐνομίζομεν προσευχὴν WH Treg NIV ] ἐνομίζετο προσευχὴ RP

    14τοῦ NIV RP ] – WH Treg

    15μένετε WH Treg NIV ] μείνατε RP

  3. Traducción (Reina Valera 1960)

     11Zarpando, pues, de Troas, vinimos con rumbo directo a Samotracia, y el día siguiente a Neápolis; 12y de allí a Filipos, que es la primera ciudad de la provincia de Macedonia, y una colonia; y estuvimos en aquella ciudad algunos días. 13Y un día de reposo salimos fuera de la puerta, junto al río, donde solía hacerse la oración; y sentándonos, hablamos a las mujeres que se habían reunido. 14Entonces una mujer llamada Lidia, vendedora de púrpura, de la ciudad de Tiatira, que adoraba a Dios, estaba oyendo; y el Señor abrió el corazón de ella para que estuviese atenta a lo que Pablo decía. 15Y cuando fue bautizada, y su familia, nos rogó diciendo: Si habéis juzgado que yo sea fiel al Señor, entrad en mi casa, y posad. Y nos obligó a quedarnos.

    Eschuce el audio en inglés: