Hechos 16:35-40

  1. ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16:35-40

    35 Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. 36 ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους ⸀τούτους πρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. 37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ⸀ἡμᾶς ἐξαγαγέτωσαν. 38 ⸀ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ⸂ἐφοβήθησαν δὲ⸃ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν, 39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ⸂ἀπελθεῖν ἀπὸ⸃ τῆς πόλεως. 40 ἐξελθόντες δὲ ⸀ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες ⸂παρεκάλεσαν τοὺς ἀδελφοὺς⸃ καὶ ἐξῆλθαν.

  2. Aparato crítico

    36τούτους RP NIV ] – WH Treg

    37ἡμᾶς WH Treg NIV ] – RP

    38ἀπήγγειλαν WH Treg NIV ] Ἀνήγγειλαν RP • ἐφοβήθησαν δὲ WH Treg NIV ] καὶ ἐφοβήθησαν RP

    39ἀπελθεῖν ἀπὸ WH Treg NIV ] ἐξελθεῖν RP

    40ἀπὸ WH NIV ] ἐκ Treg RP • παρεκάλεσαν τοὺς ἀδελφοὺς WH Treg NIV ] τοὺς ἀδελφούς παρεκάλεσαν αὐτούς RP

  3. Traducción (Reina Valera 1960)

     35Cuando fue de día, los magistrados enviaron alguaciles a decir: Suelta a aquellos hombres. 36Y el carcelero hizo saber estas palabras a Pablo: Los magistrados han mandado a decir que se os suelte; así que ahora salid, y marchaos en paz. 37Pero Pablo les dijo: Después de azotarnos públicamente sin sentencia judicial, siendo ciudadanos romanos, nos echaron en la cárcel, ¿y ahora nos echan encubiertamente? No, por cierto, sino vengan ellos mismos a sacarnos. 38Y los alguaciles hicieron saber estas palabras a los magistrados, los cuales tuvieron miedo al oír que eran romanos. 39Y viniendo, les rogaron; y sacándolos, les pidieron que salieran de la ciudad. 40Entonces, saliendo de la cárcel, entraron en casa de Lidia, y habiendo visto a los hermanos, los consolaron, y se fueron.

    Eschuce el audio en inglés: