Hechos 21:1-6

  1. ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 21:1-6

    21:1 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ’ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν ⸀Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· 2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν. 3 ⸀ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ ⸀κατήλθομεν εἰς Τύρον, ἐκεῖσε γὰρ ⸂τὸ πλοῖον ἦν⸃ ἀποφορτιζόμενον τὸν γόμον. 4 ⸂ἀνευρόντες δὲ τοὺς⸃ μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ⸀ἐπιβαίνειν εἰς ⸀Ἱεροσόλυμα. 5 ὅτε δὲ ἐγένετο ⸂ἐξαρτίσαι ἡμᾶς⸃ τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν ⸀προσευξάμενοι 6 ⸂ἀπησπασάμεθα ἀλλήλους, καὶ⸃ ⸀ἐνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.

  2. Aparato crítico

    1Κῶ WH Treg NIV ] Κῶν RP

    3ἀναφάναντες WH NIV ] ἀναφανέντες Treg RP • κατήλθομεν WH Treg NIV ] κατήχθημεν RP • τὸ πλοῖον ἦν WH Treg NIV ] ἦν τὸ πλοῖον RP

    4ἀνευρόντες δὲ τοὺς WH Treg NIV ] καὶ ἀνευρόντες RP • ἐπιβαίνειν WH Treg NIV ] ἀναβαίνειν RP • Ἱεροσόλυμα WH Treg NIV ] Ἱερουσαλήμ RP

    5ἐξαρτίσαι ἡμᾶς WH Treg ] ἡμᾶς ἐξαρτίσαι NIV RP • προσευξάμενοι WH Treg NIV ] προσηυξάμεθα RP

    6ἀπησπασάμεθα ἀλλήλους καὶ WH Treg NIV ] καὶ ἀσπασάμενοι ἀλλήλους RP • ἐνέβημεν WH Treg ] ἀνέβημεν NIV; ἐπέβημεν RP

  3. Traducción (Reina Valera 1960)

     1Después de separarnos de ellos, zarpamos y fuimos con rumbo directo a Cos, y al día siguiente a Rodas, y de allí a Pátara. 2Y hallando un barco que pasaba a Fenicia, nos embarcamos, y zarpamos. 3Al avistar Chipre, dejándola a mano izquierda, navegamos a Siria, y arribamos a Tiro, porque el barco había de descargar allí. 4Y hallados los discípulos, nos quedamos allí siete días; y ellos decían a Pablo por el Espíritu, que no subiese a Jerusalén. 5Cumplidos aquellos días, salimos, acompañándonos todos, con sus mujeres e hijos, hasta fuera de la ciudad; y puestos de rodillas en la playa, oramos. 6Y abrazándonos los unos a los otros, subimos al barco y ellos se volvieron a sus casas.

    Eschuce el audio en inglés: