31 Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον ⸀διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα· 32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ⸀ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34 ἀναγνοὺς ⸀δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ⸀ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, 35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ⸀κελεύσας ἐν τῷ πραιτωρίῳ ⸀τοῦ Ἡρῴδου φυλάσσεσθαι ⸀αὐτόν.
31διὰ WH Treg NIV ] + τῆς RP
32ἀπέρχεσθαι WH Treg NIV ] πορεύεσθαι RP
34δὲ WH Treg NIV ] + ὁ ἡγεμών RP • ἐπαρχείας WH NIV ] ἐπαρχίας Treg RP
35κελεύσας WH Treg NIV ] Ἐκέλευσέν τε αὐτὸν RP • τοῦ WH Treg NIV ] – RP • αὐτόν WH Treg NIV ] – RP
31Y los soldados, tomando a Pablo como se les ordenó, le llevaron de noche a Antípatris. 32Y al día siguiente, dejando a los jinetes que fuesen con él, volvieron a la fortaleza. 33Cuando aquéllos llegaron a Cesarea, y dieron la carta al gobernador, presentaron también a Pablo delante de él. 34Y el gobernador, leída la carta, preguntó de qué provincia era; y habiendo entendido que era de Cilicia, 35le dijo: Te oiré cuando vengan tus acusadores. Y mandó que le custodiasen en el pretorio de Herodes.