Hechos 9:26-30

  1. ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 9:26-30

    26 Παραγενόμενος δὲ ⸀εἰς Ἰερουσαλὴμ ⸀ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. 27 Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ⸀τοῦ Ἰησοῦ. 28 καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος ⸂καὶ ἐκπορευόμενος⸃ εἰς ⸀Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ ⸀κυρίου, 29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ⸂ἀνελεῖν αὐτόν⸃. 30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.

  2. Aparato crítico

    26εἰς WH Treg NIV ] ὁ Σαῦλος ἐν RP • ἐπείραζεν WH Treg NIV ] ἐπειρᾶτο RP

    27τοῦ NIV RP ] – WH Treg

    28καὶ ἐκπορευόμενος WH Treg NIV ] – RP • Ἰερουσαλήμ WH Treg NIV ] + καὶ RP • κυρίου WH Treg NIV ] + Ἰησοῦ RP

    29ἀνελεῖν αὐτόν WH Treg NIV ] αὐτόν ἀνελεῖν RP

  3. Traducción (Reina Valera 1960)

     26Cuando llegó a Jerusalén, trataba de juntarse con los discípulos; pero todos le tenían miedo, no creyendo que fuese discípulo. 27Entonces Bernabé, tomándole, lo trajo a los apóstoles, y les contó cómo Saulo había visto en el camino al Señor, el cual le había hablado, y cómo en Damasco había hablado valerosamente en el nombre de Jesús. 28Y estaba con ellos en Jerusalén; y entraba y salía, 29y hablaba denodadamente en el nombre del Señor, y disputaba con los griegos; pero éstos procuraban matarle. 30Cuando supieron esto los hermanos, le llevaron hasta Cesarea, y le enviaron a Tarso.

    Eschuce el audio en inglés: