Hechos 9:32-35

  1. ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 9:32-35

    32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα. 33 εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ⸂ὀνόματι Αἰνέαν⸃ ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ ⸀κραβάττου, ὃς ἦν παραλελυμένος. 34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ⸀Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη. 35 καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν ⸀Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.

  2. Aparato crítico

    33ὀνόματι Αἰνέαν WH Treg NIV ] Αἰνέαν ὀνόματι RP • κραβάττου WH Treg NIV ] κραββάτῳ RP

    34Χριστός WH Treg NIV ] ὁ χριστός RP

    35Σαρῶνα WH Treg NIV ] Ἀσσάρωνα RP

  3. Traducción (Reina Valera 1960)

     32Aconteció que Pedro, visitando a todos, vino también a los santos que habitaban en Lida. 33Y halló allí a uno que se llamaba Eneas, que hacía ocho años que estaba en cama, pues era paralítico. 34Y le dijo Pedro: Eneas, Jesucristo te sana; levántate, y haz tu cama. Y en seguida se levantó. 35Y le vieron todos los que habitaban en Lida y en Sarón, los cuales se convirtieron al Señor.

    Eschuce el audio en inglés: