1 Corintios 10:14-22

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 10:14-22

    14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. 15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. 16 τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ⸂ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ⸃; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; 17 ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18 βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· ⸀οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; 19 τί οὖν φημι; ὅτι ⸂εἰδωλόθυτόν τί ἐστιν, ἢ ὅτι εἴδωλόν⸃ τί ἐστιν; 20 ἀλλ’ ὅτι ἃ ⸀θύουσιν, δαιμονίοις ⸂καὶ οὐ θεῷ θύουσιν⸃, οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22 ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;

  2. Aparato crítico

    16ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ WH Treg NIV ] τοῦ αἵματος τοῦ Χριστοῦ ἐστὶν RP

    18οὐχ WH NIV ] οὐχὶ RP Treg

    19εἰδωλόθυτόν τί … ὅτι εἴδωλόν WH Treg NIV] εἴδωλόν τί … ὅτι εἰδωλόθυτόν RP

    20θύουσιν NIV ] θύουσιν τὰ ἔθνη WH Treg; θύει τὰ ἔθνη RP • καὶ οὐ θεῷ θύουσιν WH Treg NIV ] θύει καὶ οὐ θεῷ RP

  3. Traducción (Reina Valera 1960)

     14Por tanto, amados míos, huid de la idolatría. 15Como a sensatos os hablo; juzgad vosotros lo que digo. 16La copa de bendición que bendecimos, ¿no es la comunión de la sangre de Cristo? El pan que partimos, ¿no es la comunión del cuerpo de Cristo? 17Siendo uno solo el pan, nosotros, con ser muchos, somos un cuerpo; pues todos participamos de aquel mismo pan. 18Mirad a Israel según la carne; los que comen de los sacrificios, ¿no son partícipes del altar? 19¿Qué digo, pues? ¿Que el ídolo es algo, o que sea algo lo que se sacrifica a los ídolos? 20Antes digo que lo que los gentiles sacrifican, a los demonios lo sacrifican, y no a Dios; y no quiero que vosotros os hagáis partícipes con los demonios. 21No podéis beber la copa del Señor, y la copa de los demonios; no podéis participar de la mesa del Señor, y de la mesa de los demonios. 22¿O provocaremos a celos al Señor? ¿Somos más fuertes que él?

    Eschuce el audio en inglés: